Ancient Greek · ~2 min
Chapter 25
Aeneas Tacticus, Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν 25.2
Not analysed yet
εἶναι δὲ καὶ παρασυνθήματα ὡς ἰδιαίτατα καὶ δυσγνωστότατα τοῖς πολεμίοις. εἴη δʼ ἂν τὰ παρασυνθήματα τοιάδε. ἐν μὲν ταῖς σκοτειναῖς νυξὶν τό τε σύνθημα ἐρωτᾶν καὶ φωνεῖν τι, μᾶλλον δὲ καὶ ψόφον ἐμφανίσαι, τὸν δὲ ἐρωτώμενον τό τε σύνθημα ἀποκρίνεσθαι καὶ ἄλλο τι προσυγκείμενον φωνῆσαι ἢ ψόφον ἐμφανίσαι· ἐν δὲ τοῖς φαεινοῖς χρόνοις τὸν μὲν ἐρωτῶντα τὸ σύνθημα τὸν πῖλον ἀφελέσθαι ἢ ἐν τῇ χειρὶ ἔχοντα ἐπιθέσθαι,