Ancient Greek · ~1 min
25.3 to 25.4
Aeneas Tacticus, Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν 25.3-4
Not analysed yet
ἔστιν δὲ καὶ ἐπαγαγέσθαι τὸν πῖλον ἐπὶ τὸ πρόσωπον καὶ ἀπαγαγέσθαι ἀπὸ τοῦ προσώπου, ἔτι δὲ καὶ τὸ δόρυ καταπῆξαι προσιόντα ἢ εἰς τὴν ἀριστερὰν παραλαβεῖν, ἢ ἔχειν ἐν τῇ χειρὶ ἄραντα ἢ ἀνελέσθαι, τὸν δὲ ἐρωτώμενον τό τε σύνθημα ἀποκρίνασθαι καὶ τούτων τι προσυγκείμενον ποιῆσαι.