Ancient Greek
29.9 to 29.11
Aeneas Tacticus, Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν 29.9-11
Not analysed yet
ἅμα δὲ ταῦτα καὶ οὐ πόρρω ὄντα ἀλλήλων ἐπορσύνετο ἀπὸ σημείου τοῦ ἐν τῇ πόλει καὶ ὡς φάλαγξι γενομένου. ὁπλισθέντες δʼ ἕκαστοι τοῖς προσήκουσιν ὅπλοις οἱ μέν τινες αὐτῶν ἐπὶ πύργους ὥρμησαν καταλαβεῖν καὶ πύλας, καθʼ ἃς καὶ τοὺς ἄλλους προσεδέχοντο, οἱ δὲ ἐπὶ τὰ ἀρχεῖα καὶ τὰς ἐναντίας οἰκίας, οἱ δέ, ἄλλοι ἄλλων τόπων εἴχοντο. Εἰς δὲ ὁμοίας πράξεις τῶν εἰρημένων δεόμενοί τινες ἀσπίδων ἐπεὶ οὐδενὶ ἄλλῳ τρόπῳ ἐδύναντο ἑτοιμάσασθαι οὐδὲ εἰσαγαγέσθαι, πλῆθος οἰσυῶν καὶ ἐργάτας ἅμα τούτων εἰσηγάγοντο.