Ancient Greek
Chapter 29
Aeneas Tacticus, Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν 29.12
Not analysed yet
καὶ ἐν μὲν τῷ φανερῷ ἄλλα ἀγγεῖα ἔπλεκον, ἐν δὲ ταῖς νυξὶν ὅπλα, περικεφαλαίας καὶ ἀσπίδας, ἔπλεκον, αἷς ὄχανα περιετίθεσαν σκύτινα καὶ ξύλινα. ἀλλὰ μὴν οὐδὲ τῶν κατὰ θάλατταν προσορμιζομένων πλοίων νυκτὸς καὶ ἡμέρας οὔτε μεγάλων οὔτε μικρῶν ἀδιασκέπτως ἔχειν, ἀλλὰ ἐμβαίνοντας τοὺς λιμενοφύλακάς τε καὶ ἀποστολέας ἰδεῖν αὐτοὺ; τὰ ἀγώγιμα, ἐνθυμουμένους ὅτι καὶ Σικυώνιοι ἀμελήσαντες τῶν τοιούτων μεγάλα ἐσφάλησαν.