Ancient Greek · ~4 min
31.26 to 31.30
Aeneas Tacticus, Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν 31.26-30
Not analysed yet
ὁ δὲ τοῦ στρατοπέδου, εἰς ὅπερ ἐτόξευον πᾶν ὅ τι ἤθελον ἀλλήλοις ἐμφανίσαι. ἐτεχνάζετο δὲ ὧδε· τοῦ τοξεύματος περὶ τὰς γλυφίδας ἑλίξαντες τὸ βιβλίον καὶ πτερώσαντες ἐτόξευον εἰς τὰ προσυγκείμενα χωρία. ἐγένετο δὲ καταφανὴς ὁ Τιμόξενος προδιδοὺς τὴν Ποτίδαιαν· τοξεύων γὰρ ὁ Ἀρτάβαζος εἰς τὸ προσυγκείμενον, ἁμαρτὼν τοῦ χωρίου διὰ πνεῦμα καὶ φαύλην πτέρωσιν, βάλλει ἀνδρὸς Ποτιδαιάτου τὸν ὦμον, τὸν δὲ βληθέντα περιέδραμεν ὄχλος, οἷα φιλεῖ γίγνεσθαι ἐν τῷ πολέμῳ· αὐτίκα δὲ τὸ τόξευμα λαβόντες ἔφερον ἐπὶ τοὺς στρατηγούς, καὶ οὕτως καταφανὴς ἐγένετο ἡ πρᾶξις. Ἱστιαῖος δὲ βουλόμενος τῷ Ἀρισταγόρᾳ σημῆναι ἀποστῆναι, ἄλλως μὲν οὐδαμῶς εἶχεν ἀσφαλῶς δηλῶσαι, ἅτε φυλασσομένων τῶν ὁδῶν καὶ οὐκ εὔπορον ὂν γράμματα λαθεῖν φέροντα, τῶν δὲ δούλων τὸν πιστότατον ἀποξυρήσας ἔστιξεν καὶ ἐπέσχεν ἕως ἀνέφυσαν αἱ τρίχες. ὡς δὲ ἀνέφυσαν τάχιστα, ἔπεμπεν εἰς Μίλητον, ἐπιστείλας τῷ ἐπεστιγμένῳ ἄλλο μὲν οὐδέν, ἐπειδὰν δʼ ἀφίκηται εἰς Μίλητον πρὸς Ἀρισταγόραν, κελεύειν ξυρήσαντα κατιδεῖν εἰς τὴν κεφαλήν. τὰ δὲ στίγματα ἐσήμαινεν ἃ ἔδει ποιεῖν. Γράφειν δὲ καὶ ὧδε. προσυνθέμενον τὰ φωνήεντα γράμματα ἐν κεντήμασι τίθεσθαι, ὁπόστον δʼ ἂν τύχῃ ἕκαστον ὄν, ἐν τοῖς γραφομένοις τοσαύτας στιγμὰς εἶναι.