Ancient Greek · ~2 min
Chapter 31
Aeneas Tacticus, Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν 31.31
Not analysed yet
οἷον τόδε· Διονύσιος κόλος Δ:::· :Ν:::Σ:::· :ΣΚ· Λ:· :Σ Ἡρακλείδας ἡκέτω :· Ρ· ΚΛ· · ::Δ· Σ:· Κ· · Τ:::· καὶ τόδε ἄλλο· ἀντὶ τῶν φωνηέντων γραμμάτων τίθεσθαι ὅ τι δή. καὶ τάδε· τὰ πεμπόμενα γράμματα εἴς τινα τόπον τῷ πεμπομένῳ δῆλον γίγνεσθαι ἐλθόντος τοῦ ἀνθρώπου εἰς τὴν πόλιν καὶ πωλοῦντός τι ἢ ὠνουμένου, ὅτι ἥκει αὐτῷ γράμματα καὶ κεῖται ἐν τῷ προρρηθέντι τόπῳ. καὶ οὕτως οὔτε ὁ φέρων οἶδεν ὅτῳ ἠνέχθη οὔτε ὁ λαβὼν γνωστὸς ἔσται ὅτι ἔχει. πολλοὶ δὲ κατʼ Ἤπειρον κυσὶν ἐχρησαντο ὧδε.