Ancient Greek
32.1 to 32.7
Aeneas Tacticus, Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν 32.1-7
Not analysed yet
Πρὸς δὲ τὰς τῶν ἐναντίων προσαγωγὰς μηχανήμασιν ἢ σώμασιν ἐναντιοῦσθαι ὧδε. πρῶτον μὲν εἰς τὰ ὑπεραιρόμενα ἐκ πύργων ἢ ἱστῶν ἢ τῶν ὁμοτρόπων τούτοις ἱστία, οἷς τὰ προσαχθέντα ὑπεραίρειν χρή, τισὶν ἀδιατμήτοις περιβληθέντα κατατετάσθαι ὑπὸ τενόντων. ἄλλα τε καὶ ὑποθυμιᾶν καπνὸν πολὺν ἱέντα καὶ ὑφάπτειν ὡς μέγιστον πῦρ πνέοντα· ἀνταείρεσθαι πύργους ξυλίνους ἢ ἄλλα ὕψη ἐκ φορμῶν πληρουμένων ψάμμου ἢ ἐκ λίθων ἢ ἐκ πλίνθων. ἴσχοιεν δʼ ἂν τὰ βέλη καὶ καλάμων ταρσοὶ ὀρθίων καὶ πλαγίων συντιθεμένων. ἡτοιμάσθαι δὲ καὶ τοῖς εἰς τὰ χείλη μηχανήμασιν εἰσπίπτουσιν κριῷ καὶ τοῖς ὁμοτρόποις τούτῳ, ἐρύματα, σάκκους ἀχύρων πληροῦντα προκρεμαννύειν καὶ ἀγγεῖα ἐρίων καὶ ἀσκοὺς βοείους νεοδάρτους πεφυσημένους ἢ πεπληρωμένους τινῶν καὶ ἄλλα τούτοις ὁμότροπα. καὶ ὅταν ἢ πύλην ἢ ἄλλο τι τοῦ τείχους διακόπτῃ, χρὴ βρόχῳ τὸ προΐσχον ἀναλαμβάνεσθαι, ἵνα μὴ δύνηται προσπίπτειν τὸ μηχάνημα. καὶ παρασκευάζεσθαι δὲ ὅπως λίθος ἁμαξοπληθὴς ἀφιέμενος ἐμπίπτῃ καὶ συντρίβῃ τὸ τρύπανον· τὸν δὲ λίθον ἀφίεσθαι ἀπὸ τῶν προωστῶν, ἐχόμενον ὑπὸ καρκίνων. ὅπως δὲ μὴ ἁμαρτάνῃ τοῦ τρυπάνου ὁ λίθος φερόμενος, κάθετον χρὴ προαφίεσθαι, καὶ ὅταν αὕτη πέσῃ ἐπὶ τὸ τρύπανον, εὐθὺ τὸν λίθον ἐπαφίεσθαι. ἄριστον δὲ πρὸς τὰ διακόπτοντα τὸ τεῖχος καὶ τόδε παρεσκευάσθαι. ὅταν γνῷς ᾗ προσάγεσθαι τοῦ τείχους, ταύτῃ χρὴ ἔσωθεν ἀντιπαρασκευάζειν ἀντίκριον, διορύξαντα τοῦ τείχους μέχρι τοῦ ἄλλου μέρους τῶν πλίνθων, ἵνα μὴ προΐδωσιν πρότερον οἱ πολέμιοι· ὅταν δὲ ἐγγὺς ᾖ τὸ διακόπτον, οὕτως ἔσωθεν τῷ ἀντικρίῳ παίειν· καὶ πολὺ ἰσχυρότερον ὁ ἀντίκριος γίνεσθαι.