Ancient Greek · ~2 min
Chapter 31
Aeneas Tacticus, Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν 31.35
Not analysed yet
Γλοῦς δὲ βασιλέως ναύαρχος παρὰ βασιλέα ἀναβάς, ἐπεὶ οὐχ οἷόν τε ἦν ὑπομνήματα ἐν βιβλίῳ ἔχοντα εἰσιέναι παρὰ βασιλέα (ἦν δὲ αὐτῷ περὶ πολλῶν τε καὶ μεγάλων διαμνημονευτέον), ἐγράψατο εἰς τὰ διαστήματα τῆς χειρὸς τῶν δακτύλων περὶ ὧν ῥητέον ἦν αὐτῷ. Περὶ τὴν τῶν τοιούτων ἐπιμέλειαν τῷ πυλωρῷ πονητέον, ὡς ἂν μηδὲν λανθάνῃ εἰς τὴν πόλιν εἰσφερόμενον μήτε ὅπλον μήτε γράμματα.