Ancient Greek · ~2 min
Chapter 33
Aeneas Tacticus, Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν 33.2
Not analysed yet
παρεσκευάσθω ξύλα οἷον ὕπερα, μεγέθει δὲ πολλῷ μείζω· καὶ εἰς μὲν τὰ ἄκρα τοῦ ξύλου κροῦσαι σιδήρια ὀξέα μικρότερα καὶ μείζω, περὶ δὲ τὰ ἄλλα μέρη τοῦ ξύλου καὶ ἄνω καὶ κάτω χωρὶς πυρὸς σκευασίας ἰσχυράς· τὸ δὲ εἶδος γενέσθω οἷον κεραυνὸς τῶν γραφομένων. τοῦτο δὲ ἀφίεσθαι χρὴ ἐς τὸ προσαγόμενον μηχάνημα ἐσκευασμένον οὕτως ὥστε ἐμπήγνυσθαι εἰς τὸ μηχάνημα, καὶ ἐπιμένειν τὸ πῦρ ἐμπαγέντος αὐτοῦ.