Ancient Greek · ~2 min
33.3 to 33.4
Aeneas Tacticus, Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν 33.3-4
Not analysed yet
ἔπειτʼ ἄν τινες ὦσι τῆς πόλεως ξύλινοι μόσυνες ἢ τοῦ τείχεός τι, χρὴ τούτοις ὑπάρχειν πρὸς τὸ μὴ ἐμπίμπρασθαι ὑπὸ τῶν πολεμίων πίλους καὶ βύρσας πρὸς τὴν ἔπαλξιν. ἐὰν δὲ ἐμπρησθῶσιν πύλαι, προσφέρεσθαι ξύλα, καὶ ἐμβάλλοντα ὡς μέγιστον τὸ πῦρ ποιεῖν, μέχρι οὗ ἂν ταφρεύσῃς τὰ ἔσωθεν, καὶ ἀντιδείμῃς ἐκ τῶν σοι συνυπαρχόντων τάχιστα· εἰ δὲ μή, ἐκ τῶν ἐγγύτατα οἰκιῶν καθαιροῦντα.