Ancient Greek · ~2 min
Chapter 5
Aeneas Tacticus, Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν 5
Not analysed yet
Ἔπειτα πυλωροὺς καθεστάναι μὴ τοὺς τυχόντας ἀλλὰ φρονίμους καὶ ἀγχίνους, καὶ δὴ ὑπονοεῖν δυναμένους ἀεί τι τῶν εἰσκομιζομένων, ἔτι δὲ καὶ εὐπόρους καὶ οἷς ἐνέχυρα ἐν τῇ πόλει ὑπάρχει, τέκνα καὶ γυναῖκα λέγω, ἀλλὰ μὴ οἵτινες δι’ ἔνδειαν ἢ συναλλαγμάτων ἀνάγκην ἢ δι’ ἄλλην τινὰ ἀπορίαν πεισθεῖεν ὑπό τινων ἢ αὐτοὶ παρακελεύσαιεν ἄν τινας ἐπὶ νεωτερισμῷ. Λεύκων δὲ ὁ Βοσπόρου τύραννος καὶ τῶν φρουρῶν τοὺς χρεωφειλέτας διὰ κυβείαν ἢ δι’ ἄλλας ἀκολασίας ἀπομίσθους ἐποίει.