Ancient Greek · ~1 min
9.2 to 9.3
Aeneas Tacticus, Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν 9.2-3
Not analysed yet
διαγγελθέντων οὖν τούτων εἰς τὸ στρατόπεδον τῶν πολεμίων ἢ τὴν πόλιν, δύνασαι ἀποτρέψαι ὧν ἐπιχειρῶσι πράσσειν. τούτων δὲ οὕτω πραχθέντων τοῖς μὲν φιλίοις θάρσος ἐμποιήσεις ἐπιχειρῶν τι ἀλλʼ οὐ δεδιώς, τοῖς δὲ πολεμίοις φόβον ἐμπαρασκευάσεις, ὥστε ἐπὶ τῆς αὑτῶν ἠρεμεῖν.