Ancient Greek
10.1 to 10.10
Aeneas Tacticus, Περὶ τοῦ πῶς χρὴ πολιορκουμένους ἀντέχειν 10.1-10
Not analysed yet
Δεῖ δὲ καὶ τάδε παρηγγέλθαι τῶν πολιτῶν τοῖς κεκτημένοις ζεύγη ἢ ἀνδράποδα ὑπεκτίθεσθαι εἰς τοὺς προσοίκους, ὡς οὐκ εἰσαξόντων εἰς τὴν πόλιν. οἷς δʼ ἂν μὴ ὑπάρξῃ ξενία παρʼ οὓς θήσονται, τοὺς ἄρχοντας δημοσίᾳ παρατίθεσθαι τοῖς προσοίκοις, παρασκευάζοντας δι’ ὧν σωθήσεται τὰ ὑπεκτιθέμενα. Ἔπειτα κηρύγματα ποιεῖσθαι τοιάδε διά τινος χρόνου, φόβου καὶ ἀποτροπῆς τῶν ἐπιβουλευόντων ἕνεκεν. κατακομίζειν τὰ ἐλεύθερα σώματα καὶ τοὺς καρποὺς ἐν τῇ πόλει, τοῦ δὲ ἀνηκουστοῦντος ἐξουσίαν εἶναι τῷ βουλομένῳ ἀζήμια ἄγειν καὶ φέρειν τὰ ἐκ τῆς χώρας. τάς τε ἑορτὰς κατὰ πόλιν ἄγειν, συλλόγους τε ἰδίους μηδαμοῦ μήτε ἡμέρας μήτε νυκτὸς γίγνεσθαι, τοὺς δὲ ἀναγκαίους ἢ ἐν πρυτανείῳ ἢ ἐν βουλῇ ἢ ἐν ἄλλῳ φανερῷ τόπῳ. μηδὲ θύεσθαι μάντιν ἰδίᾳ ἄνευ τοῦ ἄρχοντος. μηδὲ δειπνεῖν κατὰ συσσιτίαν ἀλλʼ ἐν ταῖς αὑτῶν οἰκίαις ἑκάστους, ἔξω γάμου καὶ περιδείπνου, καὶ ταῦτα προαπαγγείλαντας τοῖς ἄρχουσιν. Ἐὰν δὲ ὦσιν φυγάδες, ἐπικηρύσσειν, ὃς ἂν ἀστῶν ἢ ξένων ἢ δούλων ἀποκινῇ, ἃ ἑκάστῳ τούτων ἔσται. καὶ ἐάν τίς τινι τῶν φυγάδων συγγένηται ἢ παρʼ ἐκείνων τισὶν ἢ ἐπιστολὰς πέμψῃ ἢ δέξηται, εἶναί τινα κίνδυνον ἢ ἐπιτίμιον αὐτῷ. τῶν δὲ ἐκπεμπομένων καὶ εἰσαγομένων ἐπιστολῶν εἶναι ἐπισκόπησιν, πρὸς οὓς οἰσθήσεται πρότερον. ὅπλα οἷς ἐστιν ἑνὸς πλείω ἀπογράφεσθαι, καὶ ἐξάγειν μηδένα μηδὲν ὅπλον, μηδὲ ἐνέχυρον δέχεσθαι. στρατιώτας μὴ μισθοῦσθαι μηδὲ ἑαυτὸν μισθοῦν ἄνευ τῶν ἀρχόντων. ἐκπλεῖν μηδένα ἀστῶν μηδὲ μέτοικον ἄνευ συμβόλου, τά τε πλοῖα προπαρηγγέλθαι ὁρμίζεσθαι καθʼ ἃς πύλας ἐν τοῖς ἐχομένοις ῥηθήσεται. ξένους τοὺς ἀφικνουμένους τὰ ὅπλα ἐμφανῆ καὶ πρόχειρα φέρειν, καὶ εὐθὺς αὐτῶν παραιρεῖσθαι, καὶ αὐτοὺς μηδένα ὑποδέχεσθαι, μηδὲ τοὺς πανδοκέας, ἄνευ τῶν ἀρχόντων, τοὺς δὲ ἄρχοντας ἀπογράφεσθαι καὶ παρʼ ᾧ τίνες, ὅταν κατάγωνται. τὰς δὲ νύκτας ὑπὸ τῶν ἀρχόντων τὰ πανδοκεῖα ἔξωθεν κλείεσθαι. διὰ χρόνου δέ τινος, ὅσοι ἂν ταλαπείριοι αὐτῶν ὦσιν, ἐκκηρύττεσθαι. ὁμόρους δὲ ἢ κατὰ παίδευσιν ἢ κατʼ ἄλλην τινὰ χρείαν ἐπιδημοῦντας ἀπογράφεσθαι.