Ancient Greek
125.1
Aeneas, Epistulae 125.1
Unproofread scanNot analysed yet
κγ'. 'Επιφανίω σοφιστῇ. Εἰς κάλλος ζῆν ἢ γράφειν μεμελέτηκεν ᾧ δεδώκαμεν τὴν ἐπιστολὴν. δύναται δὲ καὶ εὐδαμονοῦσαν οἰκίαν τῷ κεκτημένῳ διασῴζειν καλῶς. πόσοι γοῦν τοῦ βίου κοινωνῶν ἔχειν ἐβούλοντο, ὁ δὲ τῆς πατρίδος μᾶλλον ἢ περιουσίας ἐφθ. πολλάκις δὲ πόλεις καταμαθὼν οἷα τις Ὀδυσσεὺς ὡς ὑμᾶς οἷα πρὸς Ἀλκίνουν ἀφίκεται. καὶ ὁ μὲν ὑμῖν διηγήσεται τὴν πλάνην οἷον ἐκεῖνος ἐκεῖνω, ὑμεῖς δὲ καταλύσαντες τὴν πλάνην οἴκαδε διασώσατε, ὥσπερ ἐκεῖνος ἐκεῖνον. μὴ γὰρ διαμάρτοι τῆς δόξης δι' ἐμοῦ πρὸς ὑμᾶς καταφυγών.