Ancient Greek · ~1 min
Epistle 1
Aeschines, Ἐπιστολαί 1.1
Not analysed yet
AΙΣΧΙΝΗΣ ΦΙΛΟΚΡΑΤΕΙ XΑΙΡΕΙΝ. Λύσαντες ἐκ Μουνιχίας ἑσπέρας λαμπρῷ σφόδρα Σκίρωνι περὶ μέσην ἡμέραν κατήχθημεν εἰς Κορησὸν τὴν Κείων. καθίσαντες δὲ ἡμέρας ἐννέα (σκαιὸς γὰρ ἦν ὁ ἄνεμος),εἶτα ἑσπέρας πάλιν λύσαντες ἄμα τῇ ἕῳ εἰς Δῆλον ἤλθομεν.