Ancient Greek · ~2 min
Epistle 1
Aeschines, Ἐπιστολαί 1.2
Not analysed yet
Δήλιοι δὲ ἐνόσουν λοιμώδη τινὰ νόσον· τὰ μὲν πρόσωπα ἐπίμπλαντο λεύκης καὶ τὰς τρίχας λευκοὶ ἐγίγνοντο, ὁ δὲ τράχηλος καὶ τὰ στέρνα ἀνῴδει, πυρετοὶ δʼ οὐκ ἐγίγνοντο οὐδὲ ἀλγηδόνες μεγάλαι, οὐδὲ τὰ κάτω μέρη παρήλλαττεν οὐδέν τι. ταῦτα δὲ ἐπείθοντο κατὰ μῆνιν Ἀπόλλωνος αὐτοῖς συμβεβηκέναι, ταφέντος ἐν τῇ νήσῳ τινὸς τῶν ἐπιφανῶν, οὐ πρότερον εἶωθός· ἐκ τούτου προσβαλεῖν αὐτοῖς τὸν θεὸν τὴν νόσον ταύτην ὑπελάμβανον.