Ancient Greek · ~5 min
10.2 to 10.5
Aeschines, Ἐπιστολαί 10.2-5
Not analysed yet
διατριβόντων γὰρ ἡμῶν πολλὰς ἡμέρας ἐν Ἰλίῳ καὶ μὴ πληρουμένων τῆς θέας τῶν τάφων (ἦν δέ μοι γνώμη μένειν, ἕως ἅπαντα ἐπεξέλθω τὰ ἐν τῇ Ἰλιάδι ἔπη πρὸς αὐτοῖς ἑκάστοις, ὑπὲρ ὧν τὰ ἔπη ἐστὶ γιγνόμενα), ἐμπίπτει ἡμέρα, ἐν ᾗ πειρῶνται τοὺς γάμους οἱ Ἰλιεῖς τῶν θυγατέρων, ὅσων ἐπιτρέπει ποιεῖν ἡ ὥρα. ἐγένοντο δὲ συχναὶ αἱ γαμούμεναι. νενόμισται δὲ ἐν τῇ Τρῳάδι γῇ τὰς γαμουμένας παρθένους ἐπὶ τὸν Σκάμανδρον ἔρχεσθαι, καὶ λουσαμένας ἀπʼ αὐτοῦ τὸ ἔπος τοῦτο ὥσπερ ἱερόν τι ἐπιλέγειν, λαβέ μου, κάμανδρε, τὴν παρθενίαν ἐν δὴ ταῖς ἄλλαις Καλλιρρόη ὄνομα παρθένος μεγάλη, πατρὸς δὲ οὐ τῶν ἐπιφανῶν, ἐπὶ τὸν ποταμὸν ἧκε λουσομένη. καὶ ἡμεῖς ἄμα τοῖς τε οἰκείοις τῶν γαμουμένων καὶ τοῖς ἄλλοις ὄχλοις πόρρωθεν τὴν ἑορτὴν καὶ τὰ λουτρὰ τῶν παρθένων, ᾗ θέμις αὐτὰ ἐξωτέρω ὁρᾶν, ἐθεώμεθα. ὁ δὲ καλὸς κἀγαθὸς Κίμων ἐγκρύπτεται εἰς θάμνον τοῦ καμάνδρου, καὶ στέφει ἑαυτὸν δόναξιν· ἦν δὲ αὐτῷ δηλαδὴ τὸ στρατήγημα τοῦτο καὶ ὁ λόχος ἐξ ἡμέρας ἐπὶ τὴν Καλλιρρόην εὐτρεπής. λουομένης δὲ καὶ τὸ εἰωθὸς ἔπος, ὡς μετὰ ταῦτα ἐπυθόμην, λεγούσης, λαβέ μου, Σκάμανδρε, τὴν παρθενίαν, ἐκθορὼν ἐκ τῶν θάμνων ὁ Σκάμανδρος Κίμων ἡδέως ἔφη δέχομαι καὶ λαμιβάνω Καλλιρρόην Σκάμανδρος ὥν, καὶ πόλλʼ ἀγαθὰ ποιήσω σοι. ταῦτα ἄμα λέγων καὶ ἁρπάσας τὴν παῖδα αφανὴς γίγνεται.