Ancient Greek · ~2 min
Epistle 10
Aeschines, Ἐπιστολαί 10.6
Not analysed yet
οὐ μὴν καὶ τὸ πρᾶγμα ἀφανὲς γίγνεται, ἀλλὰ τέτταρσιν ὕστερον ἡμέραις πομπὴ μὲν ἦν Ἀφροδίτης, ἐπόμπευον δὲ αἱ νεωστὶ γεγαμημέναι, καὶ ἡμεῖς τὴν πομπὴν ἐθεώμεθα. ἡ δὲ νύμφη ἴδοῦσα τὸν Κίμωνα ὡς μηδὲν αὐτῷ κακὸν συνειδότα ἄμα ἐμοὶ θεώμενον, προσεκύνησε, καὶ ἀποβλέψασα εἰς τὴν τροφόν, ὁρᾷς εἶπε, τίτθη, τὸν Σκάμανδρον, ῴ τὴν παρθενίαν ἔδωκα; καὶ ἡ τίτθη ἀκούσασα ἀνέκραγε, καὶ τὸ πρᾶγμα ἔκπυστον γίγνεται.