Ancient Greek · ~1 min
Epistle 11
Aeschines, Ἐπιστολαί 11.1
Not analysed yet
ΤΗΙ ΒΟΥΛΗΙ ΚΑΙ ΔΗΜΩΙ TΩΙ AΘΗΝΑΙΩΝ. Τὰ μὲν ἄλλα δεῖν ὑμῖν ἐπιστέλλειν, περὶ ὧν ἐβουλόμην, καὶ πρότερον ᾠόμην (οὐ γὰρ ἀφῃρῆσθαί γε |τοῦτο τῶν ἀτυχησάντων παρʼ ὑμῖν ὑπελάμβανον) συμβουλεύειν δὲ καὶ πολυπραγμονεῖν οὐ μικρᾶς ἔμοιγε ἀκρασίας ἐφαίνετο ἔργον εἶναι, δεδωκότι τηλικαύτην δίκην τοῦ πολιτεύεσθαι, πλὴν εἴ τι δέοι καλούντων ὑμῶν·