Ancient Greek · ~2 min
Epistle 11
Aeschines, Ἐπιστολαί 11.2
Not analysed yet
ἄλλως δὲ μηδʼ ἰδίᾳ τισὶ τὤν ἐπιτηδείων, οὐχ ὅτι πόλει, συμβουλεύειν προσήκειν ᾠόμην. ὑμῖν δὲ ἑώρων ἄλλους καὶ λέγειν καὶ πράττειν δυναμένους τὰ κοινά· κατέλιπον γὰρ οὐκ ὀλίγους. ἐπεὶ δὲ οἰ μὲν τεθνᾶσι, πολλοὶ δὲ ἠτυχύκασιν ὥσπερ ἐγώ, περιέστηκε δὲ ἡ πόλις εἰς ἐρημίαν τῶν πολιτευομένων, ἀκούω δὲ τοὺς μὲν αὐτοῦ παρόντας, τοὺς δὲ καὶ διʼ ἐπιστολῶν κινεῖν τι τῶν τῆς πόλεως πραγμάτων, ἕτοιμος ἤδη τὰ δοκοῦντα τῇ πόλει συμφέρειν, ὡς μόνως ἔξεστίν μοι, διʼ ἐπιστολῶν λέγειν.