Ancient Greek · ~2 min
Epistle 11
Aeschines, Ἐπιστολαί 11.3
Not analysed yet
εἰ δὲ καὶ νῦν τὰ Μακεδόνων φρονεῖν ἐροῦσί με, καὶ παραπρεσβείας πάλιν γράψονταί τινες ἀπόντα με ἢ προδοσίας τῆς Ἑλλάδος, ἕτοιμος ἤδη καὶ Ῥόδου καὶ γῆς ἀπάσης Ἑλληνίδος πρόσω φεύγειν, ἐὰν βούλωνται, καὶ πρὸς τὸς ἐν Πέρσαῖς ἄπειμι καὶ Μήδοις βασιλέα. καίτοι τὰ Περσῶν με καὶ Μήδων οὐδεὶς ἔφη ποτὲ φρονεῖν, καὶ πάντων ἤκιστα Δημοσθένης. ἀλλʼ οὐδʼ ἐκεῖ παύσομαι γράφων, ἂ τῇ πόλει δόξω συμφέρειν, οὐ χαριζόμενος ὑμῖν μετὰ τοῦ δοκεῖν ἐπιπλήττειν, ὥσπερ ἄλλοι τινές, ἀλλʼ ἐλευθέρως νουθετῶν.