Ancient Greek · ~2 min
Epistle 2
Aeschines, Ἐπιστολαί 2.1
Not analysed yet
ΚΤΗΣΙΦΩΝΤΙ. Ἐπέστειλεν ἡμῖν Νικόστρατος ὁ πρὸς μητρὸς θεῖος, ὡς ἐπηρεάζοις μὲν εἰς αὐτὸν οὐ μετρίως, ἐμοὶ δὲ ὀνειδίζοις τὴν διὰ σέ μοι συμβᾶσαν συμφοράν. ἐγὼ δὲ θαυμάζω, τί παθὼν ἐξιοῦσι μὲν ἡμῖν οἴκοθεν τοιαῦτα διελέχθης, ὥστε πεισθῆναί με μηδὲν ὡν διελέχθης πεπλάσθαι σε μηδʼ ἄλλως φρονεῖν, βλέποντα πρῶτον μὲν εἰς τὴν ἐμὴν συμφοράν, ἢν οὐκ ἀπεικὸς εἶναι καὶ τοὺς ἐχθροὺς ἐλεεῖν ὑπελάμβανον, ἔπειτα δὲ εἰς τὸ τοῦ προσῇ ὤπου σου σκυθρωπὸν καὶ ὄμοιον δεδακρυμένῳ·