Ancient Greek · ~2 min
Epistle 2
Aeschines, Ἐπιστολαί 2.2
Not analysed yet
ὥστʼ ἔγωγε καὶ ἐπέσκηψα ἐνίοις τῶν προσηκόντων ἡμῖν, εἴ του δέοιντο, προσιέναι σοι, καὶ μηδενὸς ὑστερήσειν ὑπεσχόμην αὐτοῖς, καὶ αὐτὸς δὲ ἐπέστειλα περὶ ὡν ἔχρῃζον Ἀθήνησί μοι γενέσθαι πολλάκις· νῦν δʼ οὐδʼ ἐμποδὼν ἔτι οὗσιν ἡμῖν, οὐδὲ διενοχλοῦσι σοὶ οὐδʼ ἄλλῳ τινὶ Ἀθηναίων ἐπηρεάζεις, καὶ οὔτε εἰς τὴν τύχην ἀποβλέπεις οὔτε εἰς ἄλλο τι τῶν ἀνθρωπίνων, ἀλλʼ ἐπαγωνίζῃ ἔτι καὶ ἐκπεπτωκόσι τῆς πατρίδος καὶ ἀπεστερημένοις ἐπιτιμίας καὶ πόλεως καὶ πολιτῶν καὶ φίλων.