Ancient Greek · ~2 min
Epistle 2
Aeschines, Ἐπιστολαί 2.3
Not analysed yet
καὶ ὅσα μὲν εἰς ἐμὲ ἀπόντα ἐβλασφήμεις, σοὶ μὲν ἴσως φέροι ἄν τινα εκότως καὶ φθόνον καὶ μῖσος, ὥσπερ ἂν εἴ τινα τῶν τεθνεώτων ἐπιβάλλοιο βλασφημεῖν, ἐν οὕτω χρηστῇ τε καὶ φιλανθρώπῳ πόλει· ἐγὼ δὲ οὐκ ἄν διὰ ταῦτα φαυλότερος νομισθείην, ὑπὸ σοῦ λοιδορούμενος ἀπών, ἀτυχέστερος μέντοι καὶ ἐλεεινότερος ἴσω, . . . ποτὲ μὲν οὐδενὸς ἥττων, νυνὶ δὲ οὐδεμίαν ὑπὲρ αὐτοῦ φωνὴν ἐκπέμπειν, ἀλλʼ οὐδὲ ἀκούειν λοιδορούμενος δύναμαι.