Ancient Greek · ~2 min
Epistle 4
Aeschines, Ἐπιστολαί 4.4
Not analysed yet
οὖτος δὴ ὁ Πίνδαρος Δαμάγητον ἄδει ἐκεῖνον, εἰς ὅν ἀνατείνει τὸ Κλεοκράτους γένος. λέγει δέ που ὁ αὐτὸς Πίνδαρος καὶ τὰ περὶ τὸὺς Διαγορείους καὶ τὰ περὶ τὴν πρεσβῦτιν, ἧς τὸ μητρῷον γένος αὐτοῦ ἄπτεται. καὶ εἰ μὴ σφόδρα γδεῖν ποιητῶν ὑπέρφρονα ὄντα σε, καὶ τὰ ἀγοραῖα ταῦτα καὶ τὰ ἀπολέσαντα ἡμᾶς ἐπιτηδεύματα μᾶλλον περιέποντα, κἂν ἀποχρῆν ὑπελάμβανόν σε ὑπομνῆσαι μόνον τὰ περὶ τοὺς Διαγορείους εἶπὼν ἔπη Πινδάρου· νυνὶ δὲ οἶδα, ὅτι μάτην σοι αὐτὰ λέξομεν.