Ancient Greek · ~2 min
Epistle 4
Aeschines, Ἐπιστολαί 4.5
Not analysed yet
δοκεῖ οὖν μοι ἀνάγκη εἶναι διηγήσασθαί σοι τὸ διήγημα τοῦτο· ἄξιον γὰρ ἀκοῦσαι, εἰ καὶ μὴ προσῆκον Κλεοκράτει. λέγεται γὰρ γυνή ποτε πρεσβῦτις Ὀλυμιπίασι παρελθοῦσα εἰς τὸ στάδιον ἑστάναι τε ἅμα τοῖς ἀνδράσι καὶ θεάσασθαι τοὺς ἀγωνιζομένους, ἐπιστάντων δὲ αὐτῇ τῶν Ἑλλανοδικῶν, ὅτι ἐτόλμησε παρελθεῖν εἰς τὸ στάδιον, ἀποκρίνασθαι τίνι γὰρ ἄλλῃ τοῦτο γυναικὶ δέδωκε καυχήσασθαι οὗτος ὁ θεός, ὅτι καὶ πατέρα καὶ τρεῖς ἀδελφοὺς Ὀλυμπιονίκας ἔχοι καὶ υἱὸν ἐπʼ Ὀλύμπια ἄγοι;