Ancient Greek · ~2 min
Epistle 4
Aeschines, Ἐπιστολαί 4.6
Not analysed yet
ταύτης οὖν τῆς πρεσβύτιδος καὶ τούτου τοῦ γένους ἀπορρώξ ἐστιν ὁ Κλεοκράτης, ὡς ἔστι μᾶλλον πάντων ἢ αὐτοῦ πυθέσθαι. καὶ πλείω μὲν οὐ βούλομαι λέγειν, μὴ οὐ μηνῦσαί σοι, ὅπερ ἠξίωσας, ὅστις ἐστὶν ὁ Κλεοκράτης, βούλεσθαι μόνον, ἀλλὰ καὶ ἐγκεκωμιακέναι αὐτόν, ὥσπερ καὶ Θρασύμαχος τὸν ξένον, συντετάχθαι καὶ ἀποτίνειν ταύτην τὴν χάριν τοῦ λαμπρῶς ἑστιᾶσθαι δοκῶ. τοσοῦτον μέντοι εἴποιμ’ ἄν, ὅτι ἡ πρεσβῦτις ἐκείνη, ε τοῦτον ἐγνώκει τὸν Κλεοκράτη, πολὑ ἄν μᾶλλον ἐπὶ τούτῳ ἢ ἐπὶ τοῖς πέντε Ὀλυμπιονίκαις ἐσεμνύνετο.