Ancient Greek · ~1 min
Section 105
Aeschines, Κατά Κτησιφώντος 105
Not analysed yet
καὶ ταῦτʼ ἐπράχθη μετὰ ψηφίσματος τοῦ δήμου. ὅτι δὲ ἀληθῆ λέγω, λαβέ μοι τὸ ψήφισμα τῶν Ὠρειτῶν. Ψήφισμα τοῦτʼ ἐστὶ τὸ ψήφισμα, ὦ ἄνδρες Ἀθηναῖοι, αἰσχύνη μὲν τῆς πόλεως, ἔλεγχος δὲ οὐ μικρὸς τῶν Δημοσθένους πολιτευμάτων, φανερὰ δὲ κατηγορία Κτησιφῶντος· τὸν γὰρ οὕτως αἰσχρῶς δωροδοκοῦντα οὐκ ἔστιν ἄνδρα γεγονέναι ἀγαθόν, ὃ τετόλμηκεν οὗτος γράψαι.