Ancient Greek
Section 110
Aeschines, Κατά Κτησιφώντος 110
Not analysed yet
καὶ οὐκ ἀπέχρησεν αὐτοῖς τοῦτον τὸν ὅρκον ὀμόσαι, ἀλλὰ καὶ προστροπὴν καὶ ἀρὰν ἰσχυρὰν ὑπὲρ τούτων ἐποιήσαντο. γέγραπται γὰρ οὕτως ἐν τῇ ἀρᾷ, εἴ τις τάδε, φησί, παραβαίνοι ἢ πόλις ἤ ἰδιώτης ἢ ἔθνος, ἐναγής, φησίν, ἔστω τοῦ Ἀπόλλωνος καὶ τῆς Ἀρτέμιδος καὶ τῆς Λητοῦς καὶ Ἀθηνᾶς Προναίας.