Ancient Greek
Section 112
Aeschines, Κατά Κτησιφώντος 112
Not analysed yet
ὅτι δʼ ἀληθῆ λέγω, ἀνάγνωθι τὴν τοῦ θεοῦ μαντείαν. ἀκούσατε τῆς ἀρᾶς. ἀναμνήσθητε τῶν ὅρκων, οὓς ὑμῶν οἱ πρόγονοι μετὰ τῶν Ἀμφικτυόνων συνώμοσαν. Μαντεία [οὐ πρὶν τῆσδε πόληος ἐρείψετε πύργον ἑλόντες, πρίν γε θεοῦ τεμένει κυανώπιδος Ἀμφιτρίτης κῦμα ποτικλύζῃ κελαδοῦν ἱεραῖσιν ἐπʼ ἀκταῖς.] υνκνοων