Ancient Greek · ~2 min
Section 127
Aeschines, Κατά Κτησιφώντος 127
Not analysed yet
καὶ πάλιν ἐν τῷ αὐτῷ ψηφίσματι πολὺ καὶ σαφέστερον καὶ πικρότερον γράφει, τὸν ἱερομνήμονα, φησί, τὸν Ἀθηναίων καὶ τοὺς πυλαγόρους τοὺς ἀεὶ πυλαγοροῦντας μὴ μετέχειν τοῖς ἐκεῖσε συλλεγομένοις μήτε λόγου μήτε ἔργου μήτε δόγματος μήτε πράξεως μηδεμιᾶς. τὸ δὲ μὴ μετέχειν τί ἐστι; πότερα τἀληθὲς εἴπω, ἢ τὸ ἥδιστον ἀκοῦσαι; τἀληθὲς ἐρῶ· τὸ γὰρ ἀεὶ πρὸς ἡδονὴν λεγόμενον οὑτωσὶ τὴν πόλιν διατέθηκεν. οὐκ ἐᾷ μεμνῆσθαι τῶν ὅρκων, οὓς ἡμῶν ὤμοσαν οἱ πρόγονοι, οὐδὲ τῆς ἀρᾶς, οὐδὲ τῆς τοῦ θεοῦ μαντείας.