Ancient Greek · ~2 min
Section 135
Aeschines, Κατά Κτησιφώντος 135
Not analysed yet
λέξω δὲ κἀγὼ τὰ ἔπη· διὰ τοῦτο γὰρ οἶμαι παῖδας ὄντας ἡμᾶς τὰς τῶν ποιητῶν γνώμας ἐκμανθάνειν, ἵνʼ ἄνδρες ὄντες αὐταῖς χρώμεθα· πολλάκι δὴ ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα, ὅς κεν ἀλιτραίνῃ καὶ ἀτάσθαλα μητιάαται. τοῖσιν δʼ οὐρανόθεν μέγʼ ἐπήγαγε πῆμα Κρονίων, λιμὸν ὁμοῦ καὶ λοιμόν, ἀποφθινύθουσι δὲ λαοί· ἢ τῶν γε στρατὸν εὐρὺν ἀπώλεσεν ἢ ὅ γε τεῖχος, ἢ νέας ἐν πόντῳ ἀποτείνυται εὐρύοπα Ζεύς. Hes. WD 240