Ancient Greek · ~2 min
Section 156
Aeschines, Κατά Κτησιφώντος 156
Not analysed yet
μὴ πρὸς Διὸς καὶ θεῶν, ἱκετεύω ὑμᾶς, ὦ ἄνδρες Αθηναῖοι, μὴ τρόπαιον ἵστατε ἀφʼ ὑμῶν αὐτῶν ἐν τῇ τοῦ Διονύσου ὀρχήστρᾳ, μηδʼ αἱρεῖτε παρανοίας ἐναντίον τῶν Ἑλλήνων τὸν δῆμον τὸν Ἀθηναίων, μηδʼ ὑπομιμνῄσκετε τῶν ἀνιάτων καὶ ἀνηκέστων κακῶν τοὺς ταλαιπώρους Θηβαίους, οὓς φεύγοντας διὰ τοῦτον ὑποδέδεχθε τῇ πόλει, ὧν ἱερὰ καὶ τέκνα καὶ τάφους ἀπώλεσεν ἡ Δημοσθένους δωροδοκία καὶ τὸ βασιλικὸν χρυσίον· ἀλλʼ ἐπειδὴ τοῖς σώμασιν οὐ παρεγένεσθε,