Ancient Greek · ~2 min
Section 160
Aeschines, Κατά Κτησιφώντος 160
Not analysed yet
ἐπειδὴ δʼ ἐτελεύτησε μὲν Φίλιππος, ἀλέξανδρος δʼ εἰς τὴν ἀρχὴν κατέστη, πάλιν αὖ τερατευόμενος ἱερὰ μὲν ἱδρύσατο Παυσανίου, εἰς αἰτίαν δὲ εὐαγγελίων θυσίας τὴν βουλὴν κατέστησεν, ἐπωνυμίαν δʼ Ἀλεξάνδρῳ Μαργίτην ἐτίθετο, ἀπετόλμα δὲ λέγειν ὡς οὐ κινηθήσεται ἐκ Μακεδονίας· ἀγαπᾶν γὰρ αὐτὸν ἐν Πέλλῃ περιπατοῦντα καὶ τὰ σπλάγχνα φυλάττοντα. καὶ ταυτὶ λέγειν ἔφη οὐκ εἰκάζων, ἀλλʼ ἀκριβῶς εἰδώς, ὅτι αἵματός ἐστιν ἡ ἀρετὴ ὠνία, αὐτὸς οὐκ ἔχων αἷμα, καὶ θεωρῶν τὸν Ἀλέξανδρον οὐκ ἐκ τῆς Αλεξάνδρου φύσεως, ἀλλʼ ἐκ τῆς ἑαυτοῦ ἀνανδρίας.