Ancient Greek · ~2 min
Section 167
Aeschines, Κατά Κτησιφώντος 167
Not analysed yet
ταῦτα δὲ τί ἐστιν, ὦ κίναδος; ῥήματα ἢ θαύματα; καὶ πάλιν ὅτε κύκλῳ περιδινῶν σεαυτὸν ἐπὶ τοῦ βήματος ἔλεγες, ὡς ἀντιπράττων Ἀλεξάνδρῳ· ὁμολογῶ τὰ Λακωνικὰ συστῆσαι, ὁμολογῶ Θετταλοὺς καὶ Περραιβοὺς ἀφιστάναι. σὺ Θετταλοὺς ἀφιστάναι; σὺ γὰρ ἂν κώμην ἀποστήσειας; σὺ γὰρ ἂν προσέλθοις μὴ ὅτι πρὸς πόλιν, ἀλλὰ πρὸς οἰκίαν, ὅπου κίνδυνος πρόσεστιν; ἀλλʼ εἰ μέν που χρήματα ἀναλίσκεται, προσκαθιζήσει, πρᾶξιν δὲ ἀνδρὸς οὐ πράξεις· ἐὰν δʼ αὐτόματόν τι συμβῇ, προσποιήσῃ καὶ σαυτὸν ἐπὶ τὸ γεγενημένον ἐπιγράψεις· ἂν δʼ ἔλθῃ φόβος τις, ἀποδράσῃ· ἂν δὲ θαρρήσωμεν, δωρεὰς αἰτήσεις καὶ χρυσοῦς στεφάνους.