Ancient Greek · ~2 min
Section 181
Aeschines, Κατά Κτησιφώντος 181
Not analysed yet
ὅτι δὲ ὀρθῶς λέγω, ἔτι μικρῷ σαφέστερον ὑμᾶς βούλομαι διδάξαι. πότερον ὑμῖν ἀμείνων ἀνὴρ εἶναι δοκεῖ Θεμιστοκλῆς, ὁ στρατηγήσας ὅτʼ ἐν τῇ περὶ Σαλαμῖνα ναυμαχίᾳ τὸν Πέρσην ἐνικᾶτε, ἢ Δημοσθένης, ὁ νυνὶ τὴν τάξιν λιπών; Μιλτιάδης δέ, ὁ τὴν ἐν Μαραθῶνι μάχην νικήσας, ἢ οὗτος; ἔτι δʼ οἱ ἀπὸ Φυλῆς φεύγοντα τὸν δῆμον καταγαγόντες; Ἀριστείδης δʼ ὁ δίκαιος, ὁ τὴν ἀνόμοιον ἔχων ἐπωνυμίαν Δημοσθένει;