Ancient Greek
Section 19
Aeschines, Κατά Κτησιφώντος 19
Not analysed yet
πάλιν τοὺς τριηράρχους ὑπευθύνους εἶναι κελεύει ὁ νόμος, οὐ τὰ κοινὰ διαχειρίσαντας, οὐδʼ ἀπὸ τῶν ὑμετέρων πολλὰ μὲν ὑφαιρουμένους, βραχέα δὲ κατατιθέντας, οὐδʼ ἐπιδιδόναι μὲν φάσκοντας, ἀποδιδόντας δὲ ὑμῖν τὰ ὑμέτερα, ἀλλʼ ὁμολογουμένως τὰς πατρῴας οὐσίας εἰς τὴν πρὸς ὑμᾶς ἀνηλωκότας φιλοτιμίαν. οὐ τοίνυν μόνοι οἱ τριήραρχοι, ἀλλὰ καὶ τὰ μέγιστα τῶν ἐν τῇ πόλει συνεδρίων ὑπὸ τὴν τῶν δικαστηρίων ἔρχεται ψῆφον.