Ancient Greek · ~2 min
Section 199
Aeschines, Κατά Κτησιφώντος 199
Not analysed yet
ὅλως δʼ ἔγωγε, ὦ ἄνδρες Ἀθηναῖοι, ὀλίγου δέω εἰπεῖν ὡς καὶ νόμον δεῖ τεθῆναι ἐπὶ ταῖς γραφαῖς μόναις ταῖς τῶν παρανόμων, μὴ ἐξεῖναι μήτε τῷ κατηγόρῳ συνηγόρους παρασχέσθαι, μήτε τῷ τὴν γραφὴν φεύγοντι. οὐ γὰρ ἀόριστόν ἐστι τὸ δίκαιον, ἀλλʼ ὡρισμένον τοῖς νόμοις τοῖς ὑμετέροις. ὥσπερ γὰρ ἐν τῇ τεκτονικῇ, ὅταν εἰδέναι βουλώμεθα τὸ ὀρθὸν καὶ τὸ μή, τὸν κανόνα προσφέρομεν,