Ancient Greek · ~1 min
Section 206
Aeschines, Κατά Κτησιφώντος 206
Not analysed yet
ὥσπερ οὖν ἐν τοῖς γυμνικοῖς ἀγῶσιν ὁρᾶτε τοὺς πύκτας περὶ τῆς στάσεως ἀλλήλοις διαγωνιζομένους, οὕτω καὶ ὑμεῖς ὅλην τὴν ἡμέραν ὑπὲρ τῆς πόλεως περὶ τῆς στάσεως αὐτῷ τοῦ λόγου μάχεσθε, καὶ μὴ ἐᾶτε αὐτὸν ἔξω τοῦ παρανόμου περιίστασθαι, ἀλλʼ ἐγκαθήμενοι καὶ ἐνεδρεύοντες ἐν τῇ ἀκροάσει, εἰσελαύνετε αὐτὸν εἰς τοὺς τοῦ παρανόμου λόγους, καὶ τὰς ἐκτροπὰς αὐτοῦ τῶν λόγων ἐπιτηρεῖτε.