Ancient Greek · ~2 min
Section 211
Aeschines, Κατά Κτησιφώντος 211
Not analysed yet
ὃν ἐχρῆν, εἰ μανεὶς ὁ δῆμος ἢ τῶν καθεστηκότων ἐπιλελησμένος, ἐπὶ τοιαύτης ἀκαιρίας ἐβούλετο στεφανοῦν αὐτόν, παρελθόντα εἰς τὴν ἐκκλησίαν εἰπεῖν· ἄνδρες Ἀθηναῖοι, τὸν μὲν στέφανον δέχομαι, τὸν δὲ καιρὸν ἀποδοκιμάζω ἐν ᾧ τὸ κήρυγμα γίγνεται· οὐ γὰρ δεῖ, ἐφʼ οἷς ἡ πόλις ἐκείρατο, ἐπὶ τούτοις ἐμὲ στεφανοῦσθαι. ἀλλʼ οἶμαι ταῦτα μὲν ἂν εἴποι ἀνὴρ ὄντως βεβιωκὼς μετʼ ἀρετῆς· ἃ δὲ σὺ λέξεις, εἴποι ἂν κάθαρμα ζηλοτυποῦν ἀρετήν.