Ancient Greek · ~2 min
Section 22
Aeschines, Κατά Κτησιφώντος 22
Not analysed yet
ναί, ἀλλʼ ἔστι τις ἄνθρωπος ὃς οὔτʼ εἴληφεν οὐδὲν τῶν δημοσίων οὔτʼ ἀνήλωκε, προσῆλθε δὲ πρός τι τῶν κοινῶν. καὶ τοῦτον ἀποφέρειν κελεύει λόγον πρὸς τοὺς λογιστάς. καὶ πῶς ὅ γε μηδὲν λαβὼν μηδʼ ἀναλώσας ἀποίσει λόγον τῇ πόλει; αὐτὸς ὑποβάλλει καὶ διδάσκει ὁ νόμος ἃ χρὴ γράφειν· κελεύει γὰρ αὐτὸ τοῦτο ἐγγράφειν, ὅτι οὔτʼ ἔλαβον οὐδὲν τῶν τῆς πόλεως οὔτʼ ἀνήλωσα. ἀνυπεύθυνον δὲ καὶ ἀζήτητον καὶ ἀνεξέταστον οὐδέν ἐστι τῶν ἐν τῇ πόλει. ὅτι δὲ ἀληθῆ λέγω, αὐτῶν ἀκούσατε τῶν νόμων.