Ancient Greek · ~2 min
Section 237
Aeschines, Κατά Κτησιφώντος 237
Not analysed yet
εἰ δὲ ἥξεις ἐπὶ τὸ δεύτερον μέρος τοῦ ψηφίσματος, ἐν ᾧ τετόλμηκας γράφειν ὡς ἔστιν ἀνὴρ ἀγαθός, καὶ διατελεῖ λέγων καὶ πράττων τὰ ἄριστα τῷ δήμῳ τῷ Ἀθηναίων, ἀφελὼν τὴν ἀλαζονείαν καὶ τὸν κόμπον τοῦ ψηφίσματος ἅψαι τῶν ἔργων, ἐπίδειξον ἡμῖν ὅ τι λέγεις. τὰς μὲν γὰρ περὶ τοὺς Ἀμφισσέας καὶ τοὺς Εὐβοέας δωροδοκίας παραλείπω· ὅταν δὲ τῆς πρὸς Θηβαίους συμμαχίας τὰς αἰτίας ἀνατιθῇς Δημοσθένει, τοὺς μὲν ἀγνοοῦντας ἐξαπατᾷς, τοὺς δʼ εἰδότας καὶ αἰσθανομένους ὑβρίζεις. ἀφελὼν γὰρ τὸν καιρὸν καὶ τὴν δόξαν τὴν τούτων, διʼ ἣν ἐγένετο ἡ συμμαχία, λανθάνειν οἴει ἡμᾶς τὸ τῆς πόλεως ἀξίωμα Δημοσθένει περιτιθείς.