Ancient Greek · ~1 min
Section 254
Aeschines, Κατά Κτησιφώντος 254
Not analysed yet
καὶ τὸν καιρὸν μέμνησθε, ἐν ᾧ τὴν ψῆφον φέρετε. ἡμερῶν μὲν ὀλίγων μέλλει τὰ Πύθια γίγνεσθαι καὶ τὸ συνέδριον τὸ τῶν Ἑλλήνων συλλέγεσθαι· διαβέβληται δʼ ἡ πόλις ἐκ τῶν Δημοσθένους πολιτευμάτων περὶ τοὺς νυνὶ καιρούς· δόξετε δέ, ἐὰν μὲν τοῦτον στεφανώσητε, ὁμογνώμονες εἶναι τοῖς παραβαίνουσι τὴν κοινὴν εἰρήνην, ἐὰν δὲ τοὐναντίον τούτου πράξητε, ἀπολύσετε τὸν δῆμον τῶν αἰτιῶν.