Ancient Greek
Section 31
Aeschines, Κατά Κτησιφώντος 31
Not analysed yet
Νόμοι ἀναμνήσθητε δὴ τοὺς προειρημένους λόγους, ὅτι ὁ μὲν νομοθέτης τοὺς ἐκ τῶν φυλῶν ἄρχειν κελεύει δοκιμασθέντας ἐν τῷ δικαστηρίῳ, ἡ δὲ Πανδιονὶς φυλὴ ἄρχοντα καὶ τειχοποιὸν ἀπέδειξε Δημοσθένην, ὃς ἐκ τῆς διοικήσεως εἰς ταῦτα ἔχει μικροῦ δεῖν δέκα τάλαντα, ἕτερος δʼ ἀπαγορεύει νόμος ἀρχὴν ὑπεύθυνον μὴ στεφανοῦν, ὑμεῖς δὲ ὀμωμόκατε κατὰ τοὺς νόμους ψηφιεῖσθαι, ὁ δὲ ῥήτωρ γέγραφε τὸν ὑπεύθυνον στεφανοῦν, οὐ προσθεὶς ἐπειδὰν δῷ λόγον καὶ εὐθύνας, ἐγὼ δὲ ἐξελέγχω τὸ παράνομον μάρτυρας ἅμα τοὺς νόμους καὶ τὰ ψηφίσματα καὶ τοὺς ἀντιδίκους παρεχόμενος. πῶς οὖν ἄν τις περιφανέστερον ἐπιδείξειεν ἄνθρωπον παράνομα γεγραφότα;