Ancient Greek
Section 34
Aeschines, Κατά Κτησιφώντος 34
Not analysed yet
Ψήφισμα ἀκούετε, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι ὁ μὲν νομοθέτης κελεύει ἐν τῷ δήμῳ ἐν Πυκνὶ τῇ ἐκκλησίᾳ ἀνακηρύττειν τὸν ὑπὸ τοῦ δήμου στεφανούμενον, ἄλλοθι δὲ μηδαμοῦ, Κτησιφῶν δὲ ἐν τῷ θεάτρῳ, οὐ τοὺς νόμους μόνον ὑπερβάς, ἀλλὰ καὶ τὸν τόπον μετενεγκών, οὐδὲ ἐκκλησιαζόντων Ἀθηναίων, ἀλλὰ τραγῳδῶν γιγνομένων, οὐδʼ ἐναντίον τοῦ δήμου, ἀλλʼ ἐναντίον τῶν Ἑλλήνων, ἵνʼ ἡμῖν συνειδῶσιν οἷον ἄνδρα τιμῶμεν.