Ancient Greek · ~2 min
Section 42
Aeschines, Κατά Κτησιφώντος 42
Not analysed yet
ὃ δʼ ἦν ἐπιφθονώτατον, προξενίας εὑρημένοι τινὲς ἐν ταῖς ἔξω πόλεσι, διεπράττοντο ἀναγορεύεσθαι ὅτι στεφανοῖ αὐτοὺς ὁ δῆμος, εἰ οὕτω τύχοι, ὁ τῶν Ῥοδίων ἢ Χίων ἢ καί τινος ἄλλης πόλεως, ἀρετῆς ἕνεκα καὶ ἀνδραγαθίας. καὶ ταῦτʼ ἔπραττον, οὐχ ὥσπερ οἱ ὑπὸ τῆς βουλῆς τῆς ὑμετέρας στεφανούμενοι ἢ ὑπὸ τοῦ δήμου, πείσαντες ὑμᾶς καὶ μετὰ Ψηφίσματος, πολλὴν χάριν καταθέμενοι, ἀλλʼ αὐτοὶ προελόμενοι, ἄνευ δόγματος ὑμετέρου.