Ancient Greek · ~2 min
Section 49
Aeschines, Κατά Κτησιφώντος 49
Not analysed yet
ἔστι δὲ ὑπόλοιπόν μοι μέρος τῆς κατηγορίας ἐφʼ ᾧ μάλιστα σπουδάζω· τοῦτο δέ ἐστιν ἡ πρόφασις διʼ ἣν αὐτὸν ἀξιοῖ στεφανοῦσθαι. λέγει γὰρ οὕτως ἐν τῷ ψηφίσματι· καὶ τὸν κήρυκα ἀναγορεύειν ἐν τῷ θεάτρῳ πρὸς τοὺς Ἕλληνας, ὅτι στεφανοῖ αὐτὸν ὁ δῆμος ὁ Ἀθηναίων ἀρετῆς ἕνεκα καὶ ἀνδραγαθίας, καὶ τὸ μέγιστον· ὅτι διατελεῖ καὶ λέγων καὶ πράττων τὰ ἄριστα τῷ δήμῳ.