Ancient Greek
Section 57
Aeschines, Κατά Κτησιφώντος 57
Not analysed yet
κἂν ὅ τε θεοὶ θέλωσι καὶ οἱ δικασταὶ ἐξ ἴσου ἡμῶν ἀκούωσι κἀγὼ δύνωμαι ἀπομνημονεῦσαι ἅ σοι σύνοιδα, πάνυ προσδοκῶ ἐπιδείξειν τοῖς δικασταῖς τῆς μὲν σωτηρίας τῇ πόλει τοὺς θεοὺς αἰτίους γεγενημένους καὶ τοὺς φιλανθρώπως καὶ μετρίως τοῖς τῆς πόλεως πράγμασι χρησαμένους, τῶν δὲ ἀτυχημάτων ἁπάντων Δημοσθένην. καὶ χρήσομαι τῇ τοῦ λόγου τάξει ταύτῃ ᾗ τοῦτον πυνθάνομαι μέλλειν, λέξω δὲ πρῶτον περὶ τοῦ πρώτου καιροῦ, καὶ δεύτερον περὶ τοῦ δευτέρου, καὶ τρίτου περὶ τοῦ ἐφεξῆς, καὶ τέταρτον περὶ τῶν νυνὶ καθεστηκότων πραγμάτων. καὶ δὴ ἐπανάγω ἐμαυτὸν ἐπὶ τὴν εἰρήνην ἣν σὺ καὶ Φιλοκράτης ἐγράψατε.