Ancient Greek
Section 59
Aeschines, Κατά Κτησιφώντος 59
Not analysed yet
εἰ δέ τισιν ὑμῶν ἐξαίφνης ἀκούσασιν ἀπιστότερος προσπέπτωκεν ὁ τοιοῦτος λόγος, ἐκείνως τὴν ὑπόλοιπον ποιήσασθε ἀκρόασιν. ὥσπερ ὅταν περὶ χρημάτων ἀνηλωμένων διὰ πολλοῦ χρόνου καθεζώμεθα ἐπὶ τοὺς λογισμούς, ἐρχόμεθα δή που ἐνίοτε ψευδεῖς οἴκοθεν δόξας ἔχοντες· ἀλλʼ ὅμως ἐπειδὰν ὁ λογισμὸς συγκεφαλαιωθῇ, οὐδείς ἐστιν οὕτω δύσκολος τὴν φύσιν, ὅστις οὐκ ἀπέρχεται τοῦτο ὁμολογήσας ἀληθὲς εἶναι, ὅ τι ἂν ὁ λογισμὸς αἱρῇ·