Ancient Greek · ~2 min
Section 65
Aeschines, Κατά Κτησιφώντος 65
Not analysed yet
δεύτερον δʼ ὅπως μὴ μόνον εἰρήνην, ἀλλὰ καὶ συμμαχίαν εἶναι ψηφιεῖσθε πρὸς Φίλιππον, ἵνα, εἴ τινες προσέχοιεν τῷ πλήθει τῷ ὑμετέρῳ, εἰς τὴν ἐσχάτην ἐμπέσοιεν ἀθυμίαν, ὁρῶντες ὑμᾶς αὑτοὺς μὲν παρακαλοῦντας ἐπὶ τὸν πόλεμον, οἴκοι δὲ μὴ μόνον εἰρήνην, ἀλλὰ καὶ συμμαχίαν ἐψηφισμένους ποιεῖσθαι· τρίτον δὲ ὅπως Κερσοβλέπτης ὁ Θρᾴκης βασιλεὺς μὴ ἔσται ἔνορκος, μηδέ μετέσται τῆς συμμαχίας καὶ τῆς εἰρήνης αὐτῷ. παρηγγέλλετο δʼ ἐπʼ αὐτὸν ἤδη στρατεία.